chitay-knigi.com » Разная литература » Сочинения. Том 3 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 105 106 107 108 109 110 111 112 113 ... 145
Перейти на страницу:
другие страсти.

4.7.43. Разве из-за насыщения, наступающего со временем, можно изменить мнение о том, что дважды два четыре или что все точки окружности одинаково отстоят от центра?

4.7.44. То же относится и ко всякому другому научному положению: нет никого, кто отложил бы в сторону свое прежнее мнение о таких вещах, пресытившись им, как откладывает плач, скорбь, стоны, рыдания, сетования и все тому подобные вещи, даже если сохраняется прежнее мнение относительно произошедшего, что оно плохо.

4.7.45. Безусловно, и этого было бы достаточно для того, чтобы показать неправомерность рассуждений Хрисиппа относительно страстей души и прежде всего относительно сил, приводящих их в действие.

4.7.46. Однако я решил продолжить рассуждение об этих предметах в пятой книге, опуская большую часть его ошибочных суждений и упоминая только те, в которых он противоречит самому себе и имеет наглость отрицать очевидные факты; в этой связи я упомяну также о том, что возражал Хрисиппу Посидоний.

ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ[378]

5.1.1. ῾Ο περὶ τῶν παθῶν τῆς ψυχῆς λόγος ἀναγκαῖος μὲν ἦν ἡμῖν ἐσκέφθαι καὶ δι’ ἑαυτόν, ἀναγκαιότερον δὲ ἐποίησαν αὐτὸν οἱ περὶ τὸν Χρύσιππον εἰς ἀπόδειξιν τοῦ περιέχοντος τόπου τὸ τῆς ψυχῆς ἡγεμονοῦν προσχρησάμενοι.

5.1.2. δείξαντες γάρ, ὡς μὲν αὐτοὶ νομίζουσιν, ἅπαντα τὰ πάθη συνιστόμενα κατὰ τὴν καρδίαν, ὡς δὲ τἀληθὲς ἔχει, τὰ κατὰ μόνον τὸν θυμόν, ἔπειτα προσλαβόντες ὡς ἔνθα ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ’ ἐστὶ καὶ τὸ λογιζόμενον αὐτῆς, οὕτως ἤδη περαίνουσιν ἐν τῇ καρδίᾳ τὸ λογιστικὸν ὑπάρχειν.

5.1.3. ἡμεῖς δὲ ὅτι μὲν ἐντεῦθεν ὁρμᾶται τὰ κατὰ τὸν θυμὸν ἀληθεύειν αὐτούς φαμεν, οὐ μὴν οὔθ’ ὅτι καθ’ ἕνα τόπον ἀναγκαῖόν ἐστι τό τε θυμούμενον εἶναι καὶ τὸ λογιζόμενον οὔθ’ ὅτι μιᾶς δυνάμεώς ἐστον ἔργα συγχωροῦμεν, ἀλλ’ ἀποδεικνύειν αὐτοὺς ἀξιοῦμεν, ὥσπερ τἆλλα τὰ κατὰ τὸν λόγον, οὕτω καὶ ὅτι τὴν αὐτὴν ἀρχὴν ἀναγκαῖόν ἐστιν εἶναι τῶν τε παθῶν καὶ τοῦ λογισμοῦ.

5.1.4. Χρύσιππος μὲν οὖν ἐν τῷ πρώτῳ περὶ παθῶν ἀποδεικνύναι πειρᾶται κρίσεις τινὰς εἶναι τοῦ λογιστικοῦ τὰ πάθη, Ζήνων δ’ οὐ τὰς κρίσεις αὐτάς, ἀλλὰ τὰς ἐπιγιγνομένας αὐταῖς συστολὰς καὶ χύσεις ἐπάρσεις τε καὶ ταπεινώσεις τῆς ψυχῆς ἐνόμιζεν εἶναι τὰ πάθη.

5.1.5. ὁ Ποσειδώνιος δ’ ἀμφοτέροις διενεχθεὶς ἐπαινεῖ τε ἅμα καὶ προσίεται τὸ Πλάτωνος δόγμα καὶ ἀντιλέγει τοῖς περὶ τὸν Χρύσιππον οὔτε κρίσεις εἶναι τὰ πάθη δεικνύων οὔτε ἐπιγιγνόμενα κρίσεσιν, ἀλλὰ κινήσεις τινὰς ἑτέρων δυνάμεων ἀλόγων ἃς ὁ Πλάτων ὠνόμασεν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ.

5.1.6. πολλῶν δ’ εἰρημένων αὐτῷ πρὸς ἀπόδειξιν τοῦ παλαιοῦ δόγματος, ἃ μέν ἐστιν ἐπίκαιρα, ταῦτ’ ἐν τῷ πρὸ τούτου λόγῳ τετάρτῳ τῆς ὅλης ὄντι πραγματείας ἐπειράθην εἰπεῖν διὰ βραχέων ἐπὶ τῇ τελευτῇ τοῦ γράμματος.

5.1.7. ἐν μὲν γὰρ τοῖς ἔμπροσθεν αὐτὸς ἐπ’ ἐμαυτοῦ διῆλθον ὅσα τε μάχεται τῶν ἐναργῶς φαινομένων τῷ Χρυσίππου δόγματι καὶ ὅσα πρὸς ἑαυτὸν ἐναντιολογούμενος εἴρηκεν οὐκ ἀναμείνας τὸν ἔξωθεν κατήγορον.

5.1.8. ἱκανὰ μὲν οὖν ἦν καὶ ἐκεῖνα πρὸς ἀπόδειξιν τοῦ πλείους εἶναι δυνάμεις αἷς ἐπιθυμοῦμέν τε καὶ θυμούμεθα καὶ λογιζόμεθα καὶ μὴ μίαν, ὡς ὁ Χρύσιππος οἴεται. προσκείσεται δ’ οὐκ ὀλίγα καὶ κατὰ τοῦτον ἔτι τὸν λόγον ὅσα ὁ Χρύσιππος αὐτὸς ἐναντιολογούμενος αὑτῷ μαρτυρεῖ τοῖς τ’ ἀληθέσιν ἅμα καὶ τῷ παλαιῷ δόγματι.

5.1.9. τὰ μὲν γὰρ ἄλλα τὰ κακῶς εἰρημένα παρ’ αὐτοῦ καίτοι πάμπολ<λ>α τὸν ἀριθμὸν ὄντα παρελθεῖν ἔκρινα πολύβιβλόν τε ἅμα τὴν πραγματείαν ἔσεσθαί μοι νομίζων εἰ πάντ’ ἐξελέγχοιμι καλῶς, πεπεισμένος τε ὑπὸ φιλονεικίας τῆς πρὸς τοὺς παλαιοὺς ἐριστικώτερον ὑπὲρ αὐτῶν ἀντεροῦντάς μοι τοὺς ἐπαινοῦντας τὰ Χρυσίππου δόγματα·

5.1.10. ἐν οἷς δὲ αὐτὸς ἑαυτὸν καταβάλλει μετὰ τοῦ καὶ μάχεσθαι τοῖς ἐναργῶς φαινομένοις, ἐν τούτοις ἡγοῦμαι τάχ’ ἂν αἰδεσθῆναί τέ τινα καὶ μεταστῆναι πρὸς τὰ βελτίω καθάπερ καὶ ὁ Ποσειδώνιος ἐποίησεν αἰδεσθεὶς συναγορεῦσαι ψευδεῖ φανερῶς δόγματι τῷ τῶν ἄλλων Στωϊκῶν, οἵ γε μέχρι τοσούτου φιλονεικίας ἥκουσιν ὥστ’ ἐπειδὴ τῆς λογικῆς δυνάμεως ἔφασαν εἶναι τὰ πάθη, τοῖς ἀλόγοις ζῴοις μὴ μετέχειν αὐτῶν συγχωρεῖν, οἱ πλεῖστοι δ’ οὐδὲ τοῖς παιδίοις ὅτι δηλαδὴ καὶ ταῦτ’ οὐδέπω λογικά.

5.1.11. τὸ μὲν οὖν οὕτως ἀναισχυντεῖν πρὸς τὰ πᾶσιν ἀνθρώποις ἐναργῶς φαινόμενα σοφιστῶν ἔργον ἐστί, τὸ δὲ μηδὲ ἅπερ ὑπέθεντο δύνασθαι διαφυλάττειν, ἀλλ’ ἐναντία γράφειν αὐτῶν, ἀγυμνάστων περὶ λόγον ἀνθρώπων, οἷόσπερ καὶ ὁ θαυμασιώτατος Χρύσιππος ἐν παμπόλ<λ>αις εὑρίσκεται πραγματείαις. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἑτέρωθι.

5.2.1. περὶ δὲ τῶν τῆς ψυχῆς παθῶν ὡς οὐκ ἔστι τῆς λογιστικῆς δυνάμεως ἤδη μέν μοι καὶ τὸ πρὸ τούτου πεπλήρωται βιβλίον ὧν αὐτὸς ἄκων ὁμολογεῖ, πληρωθήσεται δ’ οὐδὲν ἧττον καὶ τοῦτο τὴν ἀρχὴν ἐνθένδε ποιησαμένῳ.

5.2.2. τὸ πάθος τῆς ψυχῆς κίνησίν τινα παρὰ φύσιν ἄλογον ὑπάρχειν οὐχ οἱ παλαιοὶ μόνον, ἀλλὰ καὶ Χρύσιππος ὁμολογεῖ. καὶ μὲν δὴ καὶ ὡς ἡ κίνησις αὕτη ταῖς τῶν ἀστείων οὐκ ἐγγίνεται ψυχαῖς, ὡμολόγηται παρ’ ἀμφοῖν.

5.2.3. ὁποία δέ τίς ἐστιν ἡ τῶν φαύλων ψυχὴ κατά τε τὰ πάθη καὶ πρὸ τῶν παθῶν οὐκέθ’ ὁμοίως ἐξηγοῦνται. Χρύσιππος μὲν γὰρ ἀνάλογον ἔχειν αὐτήν φησι τοῖς ἐπιτηδείοις σώμασιν εἰς πυρετοὺς ἐμπίπτειν ἢ διαρροίας ἤ τι τοιοῦτον ἕτερον ἐπὶ μικρᾷ καὶ τυχούσῃ προφάσει.

5.2.4. καὶ μέμφεταί γε ὁ Ποσειδώνιος αὐτοῦ τὴν εἰκόνα· χρῆναι γάρ φησιν οὐ τούτοις ἀλλὰ τοῖς ἁπλῶς ὑγιαίνουσι σώμασιν εἰκάσαι τὴν τῶν φαύλων ψυχήν· εἴτε γὰρ ἐπὶ μεγάλοις αἰτίοις εἴτ’ ἐπὶ μικροῖς πυρέττοιεν οὐδὲν διαφέρειν ὡς πρὸς τὸ πάσχειν τε αὐτὰ καὶ εἰς πάθος ἄγεσθαι καθ’ ὁτιοῦν, ἀλλὰ τῷ τὰ μὲν εὐέμπτωτα εἶναι τὰ δὲ δύσπτωτα διαφέρειν ἀλλήλων.

5.2.5. οὔκουν ὀρθῶς εἰκάζεσθαί φησιν ὑπὸ τοῦ Χρυσίππου τὴν μὲν ὑγίειαν τῆς ψυχῆς τῇ τοῦ σώματος ὑγιείᾳ, τὴν δὲ νόσον τῇ ῥᾳδίως εἰς νόσημα ἐμπιπτούσῃ καταστάσει τοῦ σώματος· ἀπαθῆ μὲν γὰρ γίγνεσθαι ψυχὴν τὴν τοῦ σοφοῦ δηλονότι, σῶμα δ’ οὐδὲν ὑπάρχειν ἀπαθές· ἀλλὰ δικαιότερον εἶναι προσεικάζειν τὰς τῶν φαύλων ψυχὰς “ἤτοι τῇ σωματικῇ ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς νόσον —οὕτω γὰρ ὠνόμασεν ὁ Ποσειδώνιος— ἢ αὐτῇ τῇ νόσῳ”, εἶναι γὰρ ἤτοι νοσώδη τινὰ ἕξιν ἢ ἤδη νοσοῦσαν.

5.2.6. συμφέρεται μέντοι τῷ Χρυσίππῳ καὶ αὐτὸς ὡς νοσεῖν τε λέγειν τὴν ψυχὴν ἅπαντας τοὺς φαύλους ἐοικέναι τε τὴν νόσον αὐτῶν ταῖς εἰρημέναις τοῦ σώματος καταστάσεσι.

5.2.7. λέγει γοῦν ὧδε κατὰ λέξιν· “διὸ καὶ ἡ νόσος τῆς ψυχῆς ἔοικεν οὐχ ὡς ὁ Χρύσιππος ὑπείληφε τῇ νοσώδει καχεξίᾳ τοῦ σώματος, καθ’ ἣν ὑποφέρεται ῥεμβώδεσιν οὐχὶ περιοδικοῖς οἷα τ’ ἐμπίπτειν πυρετοῖς, ἀλλὰ μᾶλλον ἔοικεν ἡ ψυχικὴ νόσος ἤτοι σωματικῇ ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς τὴν νόσον ἢ αὐτῇ τῇ νόσῳ. ἔστι γὰρ ἡ μὲν σωματικὴ

1 ... 105 106 107 108 109 110 111 112 113 ... 145
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 25 символов.
Комментариев еще нет. Будьте первым.
Правообладателям Политика конфиденциальности